Ancient Greek
Column 18
Philodemus, P.Herc. 1251 18
Not analysed yet
δε σακ ωκα ς ὅτι ενυκολ ἐπιφωνοῦντες· ἦ γὰρ μὴ εὐσχημόνως ζῶ καὶ δικαίως; ἢ μὴ πρὸς τῶν νόμων τῶν ἀνθρώπων; τυχὼν δὴ τελευτῆς ἀθάνατος ἔσομαι. καὶ πρὸς ἅπαντα δι' ὧν ἄ μεινον βιώσονται παρεγλύονται, καθάπερ οἱ κατακεκριμένοι θανάτου· καὶ δὴ καὶ τῶν πρὸς ὑγίειαν ὀλιγωροῦσιν, ἐγὼ πόσα δὲ ὑπομενῶ προστιθέντες, εἰ τρυφήσω τρεῖς ὥρας; καὶ πάσας νόσους ἐκτεθνήκασι· καὶ διὰ τὴν ὁπόταν ἀποθάνωσιν αἰωνίων κακῶν προβολὴν συνέχονται ταραχαῖς ἀμετρήτοις, πονηρὰ δὲ καὶ διὰ ταῦτα ποδι ειςεε βληδι