Ancient Greek · ~2 min
Column 20
Philodemus, P.Herc. 1251 20
Not analysed yet
ον ποῆσα ι καινὰ καὶ ποήσειν, ὅπως θᾶττον ἀπωθῶνται τὰ δεινὰ καθ' ἕκαστον ἀεὶ τοι ό ν δε πῖπτον ἂν ἕως ἀποθάνωσι. καὶ φοβούμενοι μήποτ' ἐλλίπωσιν τῶι μακρῶι χρόνωι τῶν ἀναγκαίων, δυσμετάδοτοι γίνονται καὶ τὰς χάριτας ἀποστεροῦσι. κἀν ταῖς ἀποβολαῖς ταῖς χρημάτων ἀποταρταροῦνται· καὶ τὰς ὀργὰς καὶ τὰς ἔχθρας οὐκ ἀνθρωπίνας ἀναλαμβάνουσι, καὶ ὑπερήφανοι κἀν ταῖς ἐπαγγελίαις κἀν ταῖς διατάξεσι καὶ ταῖς ἀπιλαῖς γίνονται. καὶ ἀσύγκλαστοι καὶ ἀσυμπαθεῖς πρὸς τοὺς ὁμοφύλους ὥσπερ ουτη ατος