Ancient Greek · ~2 min
Column 21
Philodemus, P.Herc. 1251 21
Not analysed yet
ναπτδετονγυ λονστο· οὐ δὲ χρῄζει τοῦ πολλὰ χρήματ' ἐπ ισωρεύειν· καὶ τὸ π αρὸν ὡς οὐκ ἄτοπον εὖ ποεῖ, τὰ δ' ἐγμαθὼν ἀποδιδόντα τ ῶν πόνων τοὺς καρποὺς ῥαθυμοτέρως ἐκ πονεῖ πλὴν διὰ φίλους· καὶ φειδόμενος χρόνου παντὸς μᾶλλον ἐπειδὰν ἀ ναγκαῖον αὑτῶι μόνον χρῆται· καὶ φιλοσοφίας ὅ ρμους ἐκ νέου παιδὸς οὐδέποτ' ἀφίεται· καὶ τεθαρρηκὼς ὡς παντὸς ἐκποη ως εἰς τὸν αὑτοῦ καὶ μήκιστον χρόνον καὶ μεταδίδωσιν, ὅταν τὸ πρὸς τὸ ζῆν αὐτὸ μόνον ὑπολείπηται, πᾶν τὸ λοιπὸν