Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 1251 3
Not analysed yet
ταοτρ να οὐδ' ἔφασκόν τινες ε ἶ ν α ι δυνατὸν γινώσκειν οὐδέν, προσεῖπον δ' ὡς οὐ χρὴ ἀμέσως α ἱρεῖσθαι μηδενὸς ἐφ' ὧι χρὴ παρισ ταμένου· τινὲς δὲ τέ λη τὰ πάθη τῆς ψυχῆς ἐχθέμενοι καὶ μὴ προσδεόμενα τῆς ἐπ' ἄλλων κρίσεως, πᾶσιν ἐξουσίαν ἀνυπεύθυνον ἔδοσαν ἐφ' ὅτῳ ποτὲ βούλονται λέγειν χαίρειν καὶ τὰ πρὸς τοῦτο συντείνοντα πράττειν. οἱ δὲ διὰ τὴν ἐμφαινομένην ἀοριστίαν ἅπασαν κενὴν τὴν λύπην καὶ τὴν χαράν, ἣν ἡμεῖς δὴ λέγομεν, ἐδογμάτισαν· καὶ τὰς ων πράξεις μο εὐστάθειαν υ α ι