Ancient Greek · ~2 min
Column 4
Philodemus, P.Herc. 1251 4
Not analysed yet
καὶ τὸ κακὸν οὐ μόνον ἔχον ὅ ρους κατ ὰ τὸ μέγε θος καὶ κατὰ τὸν χρόνον, ἀλλὰ καὶ εὐεκκαρτ έρητον, ἐπειδήπερ οὐδὲ ν ὄφελος ὡρίσθαι μέν, ἡμῖν δ' ἄκτητον ἢ δύσκτητον εἶναι τἀγαθόν, ἢ πεπεράνθαι μέν, ἀνεγκαρτέρητον δ' εἶναι διὰ τὴν πολυχρονιότητα τὸ κακόν· περιγίνεται γὰρ ἐκ τῶν γνώσεων τούτων τό τε μηθὲν διώκειν ὃ μὴ πέφυκεν ἀλγηδόνα περιαιρεῖν, οἷα τὰ πλεῖστα τῶν κατεσπουδασμένων ἐστὶν παρ' ἀνθρώποις, μήτε φεύγειν ὃ μὴ κωλύει τὴν ἡδονὴν ἔχειν, οἷια τὰ πλεῖστα τῶν ἐν προκοπῆι δεῖ νοῆσαι· καὶ πάλιν πρὸς μηδεο ς