Ancient Greek · ~2 min
Column 7
Philodemus, P.Herc. 1251 7
Not analysed yet
θεῶν αν ταγα τοαδοινις οὐ μόνον κα φόβον καὶ ταραχὴνθευτων, ἀλλὰ καὶ τωξεων, κἂν ἔχω σ ιν του τὸ δεῖν δο ρ π κατορθώσεις, ὅτι τέλος τούτων πολὺ δέουσιν ἔχειν οἱ μακαριώτατοι δι' αἰῶνος. τὸ μὲν οὖν δὴ τὰς τοιαύτας δόξας μυρίων αἰτίας εἶναι διαπτώσεων εὐθεώρητόν ἐστι· καὶ γὰρ παρ ι ᾶσιν αὑτοὺς οὕτως ὥστε ὑπὸ μηδενὸς βουλεύεσθαι τοῖς ὅλοις ὡς μηδενὸς ὄντος ἐπ' ἀνθρώπωι, πάντων δ' ὑπὸ τοῦ δαιμονίου βραβευομένων· εἶτα πάντως περιπίπτ ουσιν οἷς ἀπροβουλευσία πέφυκεν ἐπιφέρειν κακοῖς