Ancient Greek · ~3 min
Column 6
Philodemus, P.Herc. 1251 6
Not analysed yet
αἱ μέν εἰσιν ἀναγ καῖαι, αἱ δ' οὐκ ἀναγκαῖαι· αὐτῶν δ' ἐκείνων εἰσὶν ἀναγκαῖαι αἱ μὲν πρὸς τὸ ζῆν, αἱ δὲ πρὸς τὸ ἄγειν ἐν ὑγι είαι τὸ σῶμα, αἱ δὲ πρὸς τὸ μ ακαρίως ζῆν, κατὰ τάς γε δι α φερούσας αἰτίας, οὐδ' ἀθροον. καὶ διαφερού σας αἰτίας ἔφαμ ε ν ὧν αἱ μὲ ν ὡ ς δοκεῖ δεινὰς ἐμποιοῦσιν καταιγίδας, αἱ δ' οὔ, καὶ τινὲς μὲν ἄ ωροι δ ι' ἐλλειμμάτω ν γίνονταί τινων, αἱ δ' ἀπ' ἐπαισθημάτων τῶν τοῦ χαίροντος, καὶ τινὲς μὲν ἀπὸ συνηθειῶν, τινὲς δὲ καὶ χωρὶς τούτων, καὶ τινὲς μὲν ἀφ' ἡμῶν καταρχόμεναι, τινὲς δὲ τῶν ἔξωθεν ὡσπερεὶ τρῶσιν ἐργασαμένων ἤτοι τῶν κατὰ στέρησιν κ τητῶν κατ' ἐπίνοιαν α ὐτήν· καὶ τινὲς μὲν