Ancient Greek · ~2 min
Column 1
Philodemus, P.Herc. 1424 1
Not analysed yet
Εἰ μὲν ὑπελάμβανεν ὅτι τῆς συν ήθως νοουμένης οἰκονομίας οὐ κ ἔ σ τι ν ἔργον τὸ ε ὖ οἰκεῖν τὸ ν ἴδιον οἶκον καὶ τὸ ποιεῖν τὸν ἀλλότριον εὖ οἰκεῖσθαι, λαμβανομένου τοῦ εὖ τοῦ μεγαλωστὶ συμφέροντος καὶ μακαρίως, ἀλλὰ τὸ πορίζειν πολλὰ χρήματα καὶ φυλάττειν πῶς διαμενεῖ τὰ πορισθέντα καὶ προϋπάρχοντα καὶ κατ ὰ τοῦτο τὸ εὖ ο ἰκεῖν τὸν ἴδιον οἶκον καὶ ποι εῖν οἰκεῖσθαι τὸν ἀλλότριον, ε ἴ γε σύνηθες ἦν τιθέναι τ ό τε ἧι καὶ νῦ ν ἐστιν, οὐκ ἂν φθονήσαι τις, εἰ δὲ κατὰ τοῦ προλεχθέντ ος, οὐκ ἂν συγχωρήσειεν