Ancient Greek · ~3 min
Column 92
Philodemus, P.Herc. 1424 92
Not analysed yet
πρὸς οἰκ ο νομία ν, ἐγείρεσθαι χρὴ πρότερο ν δεσπότας οἰκετῶν καὶ κα θ εύδειν ὕστερον, καὶ μηδέποτ ε ὅλην οἰκίαν ἀφύλακτον εἶναι, ὥσπερ πόλιν, μήτ ε νυ κτὸς μήτε ἡμέρας, εἰωθέναι τε δι ανίστασθαι νύκτωρ· τοῦτο γὰρ καὶ πρὸς ὑ γίειαν καὶ οἰκον ομία ν καὶ φ ιλοσο φίαν χρήσ ιμον· καὶ ἐν ταῖς μ ικρ αῖς κτήσεσι ν ὁ Ἀττι κ ὸ ς τρό πος τῆς διαθέσεως τῶν ἐ π ικα ρπιῶν χρήσιμος, ἐν δ ὲ ταῖς μεγά λαις διαμερισθέντων καὶ τῶν πρὸς ἐνιαυτὸν κα ὶ τῶν κατὰ μῆνα δαπαν ω μέ νω ν ,ὁμοίως δὲ καὶ περὶ σ κευῶν