Ancient Greek
Column 2
Philodemus, P.Herc. 1424 2-2
Not analysed yet
Παντὶ γάρ, εἰ καὶ μὴ βαθυτέρα τις ὑπείη θεωρία, καὶ ἵππων πρόχειρον μανθάνειν καὶ ἀνθρώπων τὰς ἡλικίας. Ἀλλὰ μὴν καὶ τὸ γαμετὰς γυναῖκας ἐνίους ἔχειν συνέργως εἰς χρηματισμόν, τοὺς δὲ πάνυ βλαπτικῶς, οὐκ ἠγνόει Κριτόβουλος ἐν μέσωι κείμενον. Εἰ δ' ἀναγκαῖόν ἐστι γαμετὴ καὶ λυσιτελὲς εἰς τὴν φιλόσοφον οἰκονομίαν καὶ καθόλου τὸν εἰρηναῖον βίον, ἔτι δὲ εἰ πᾶσα δυνατὴ γυνὴ τὰ προσήκοντα διδάσκεσθαι καὶ πάντων δεῖ τῶν ἁμ αρτανομένων τὸν ἄνδρα τὴν αἰτίαν ἔχε ιν ἢ τινῶν, οὐκ ἴσως ἤιδει, καὶ π αρὰ Σωκράτους ὀρθῶς ἂν ἠξίο υ μανθάνειν, ὁ δ' Ἀσπασίαν αὐτῶι συνιστάνει ὡς ἐπιστημονέστερον αὑτ οῦ πάντ' ἐ πιδείξουσαν· ὃ δ' αὐτ ὸς ἐν τῆι ὑ φ ηγή σει νομίζει γυναῖκα κ οινωνὸν ἀγαθὴν οὖσαν οἴκου πάνυ ἀντίρροπον ἐπὶ τἀγαθὸν εἶν αι τἀνδρί, καὶ ὡς ἔρχεται μὲ ν εἰς τὴν οἰκίαν ὡ ς ἐπὶ τὸ πο λὺ τὰ κτήματα διὰ τῶν τἀνδρὸς πράξεων, δαπανᾶται δὲ τὰ πλεῖστα διὰ τῶν τῆς γυναικὸς ταμιευμάτων, καὶ εὖ μὲν τούτων γινομένων αὔξον τ αι οἱ οἶκοι, κακῶς δὲ μειοῦνται, ἤδη ψεῦδός ἐ στι εἰ δὲ μή γε, εὔηθες· εἰ δὲ μή γ ε ,ἄδηλο ν, τίνος ἤθελεν ἕνεκα κέρδο υς ΝΟΣ ΠΟ οἱ σώφρο ν ες ΑΙΡ οὔτε Τ ΑΙ ΤΑ ΑΛΛΑΙ ΕΓ ἐργατη ΤΑΚΑΙ