Ancient Greek
Column 7
Philodemus, P.Herc. 1424 7
Not analysed yet
ἄλλων ὄφελος οὐκ εἶναι τιθέναι μώρου νομίζω· ζητῶ δ’ ὅντινα τὰ ῥηθέντ' ἐπαίδευεν, εἰ μὴ τὸν ταῦτ' ἐπεγνωκότα. Καὶ μὴν ἅ γε λέγει περὶ τοῦ ἄρχειν καὶ παιδεύειν τὰ διδασκόμενα ζῶια παρατιθεὶς μακρά τ' ἐστιν καὶ ὑπὸ τῶν γεωργούντων θεωρούμενα καὶ ἐπιτηδευόμενα· πρὸς τῶι ἀνεκτά, φαίνεσθα ι καὶ ὑπὸ φιλοσόφου κελευόμενα ποιεῖν τὸν ἐπίτροπον καὶ ὑπ' αὐτοῦ συντελούμενα. Τὰ παραπλήσια δ' ἐμοὶ δοκεῖ καὶ περὶ τοῦ διδάσκειν ἀπέχεσθαι τῶν δεσποσύνων καὶ μὴ κλέπτειν, εἰ καὶ τραγωιδεῖται, μετάγειν λέγοντος ἔκ τε τῶν νομικῶν Δράκοντος καὶ Σόλωνος καὶ τῶν βασιλικῶν· εἰ δὲ καὶ δικαίους δυνατὸν εἶναι ποιεῖν ἠξίου τὸν ἐπίτροπον διδάσκειν, τοῖς καθ’ ὕπνον αὐτ ὸν ἡγοῦμαι δοξαζομένοις ὅμοια λέγειν. Ἀλλὰ γὰρ οὐδὲν ἔτι δεῖ προσδιατρίβειν τοῖς Ξενοφῶντος οἰκονομικοῖς, τῶν ἐφεξῆς γεωργικὴν τέχνην περιεχόντων, ἣν ἀπ' ἰδίας ἐμπειρίας, οὐκ ἀπὸ φιλοσοφίας γίνεσθαι συμβαίνει προσέτι δ' οὔτ' ἀναγκαία γινώσκεσθαι τοῖς φιλοσόφοις πέφυκεν οὔτ' οἰκεῖα τὰ κατ' αὐτὴν ἔργα συντελεῖσθαι δι' αὐτῶν. Δῆλον δή, διότι καὶ πρὸς τὰ πλεῖστα τῶν Θεοφράστου διειλέγμεθα ταῖς δυνάμεσιν ἐκεῖθεν κεκεφαλαιωμένα, μᾶλλον δὲ καὶ τὰ τῶν ἄλλων ἅπαντες γὰρ ὡς ὑπερέχον μετηλλεύκασιν, ὅ ποτε καὶ Θεόφραστος· ἀποψόμεθα δ' ἐν οἷς διαλλάττει. Περίεργα τοίνυν ἃ προέθηκεν οὐδὲ ν γὰρ εἰς οἰκονομικὴν