Ancient Greek · ~5 min
Column 25
Philodemus, P.Herc. 1424 25
Not analysed yet
κα τὰ τὸν Ἕρμαρχον ἐπιμέλειαι τοιούτων ἀνδρῶν ἤπερ ἀγρῶν καὶ πρὸς τὴν τύχην ἀσφαλέστατοι θησαυροί. Δεῖ δὲ τὸν μέλλοντα καὶ συνάξειν τι καὶ τὸ συναχθὲν φυλάξειν μὴ τὸ παρὸν εὖ ποιεῖν, κατ' Ἐπίχαρμον, οὐ μόνον δαπάνης ἀλλὰ καὶ τοῦ προφανέντος κέρδους ἁρπαστικὸν γινόμενον, προνοεῖν δὲ καὶ τοῦ μέλλοντος· καὶ γὰρ νῦν εὐέλπιδας ποιεῖ καὶ παρὸν γινόμενον εὐφραίνει· καὶ μὴ μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ τῶν ἰδίων προϊεσθαί τι πολλάκις, ὥσπερ οἱ τὴν γῆν σπείροντες, ἐξ ὧν πραγμάτων (περὶ γὰρ ἀ νθρώπων εἴπαμεν’ πολλαπλάσια καρπίζεσθαι γίνεται, φειδομένοις δ' ὀλίγον ὑπεριδεῖν οὐ γίνεται· καὶ κατὰ τὰς ὑπάρξεις ἀναλίσκειν, μὴ τῶι πολλοῦ καὶ ὀλίγου νομίσματ ο ς ὠνεῖσθαι κανονίζοντας· ὃ γὰρ τῶιδε τίμιον τῶιδ' εὔωνον, καὶ ὃ τῶιδε μεμπτὸν πρίασθαι τῶι ταχὺ συνελε ῖν τὴ ν ὕπαρξιν, ἐὰν συνεχίζηι, τῶιδε ἄ μεμπτον. Ἄτοπον δ’, ὡς προείπα μεν, καὶ τὸ διατάττεσθα ι κατὰ μῆνα καὶ κατάγειν κατ' ἔτος ἴσον ἑκάστοτε, ἀνάγκης γινομένης ἔστιν ὅτε πολλῶι πλέον δαπανᾶν, καὶ τὸ τῶν προσγινομένων, ὥς γ' ἔνι ο ι Ῥωμαίων ποιοῦσιν, τὸ μ ὲ ν εἰς δαπάνην, τὸ δ' εἰς κατασκευήν, τὸ δ' εἰς ἀναπλήρωσιν, τὸ δ' εἰς θησαυρισμὸν μερίζειν, ὥσπερ οὐχὶ τῶν καιρῶν ἀναγ καζόντων καὶ τῆς καλοκἀγαθίας ἐνίοτε μήτε κατασκευάζ ειν μήτε θησαυρίζειν ἀλλὰ παραμετρεῖν τοῖς πράγμασιν καὶ ταῖς ἡδείαις ἐπι