Ancient Greek · ~5 min
Column 24
Philodemus, P.Herc. 1424 24
Not analysed yet
ριβλέψε ις καὶ γυναικισμοὶ καὶ τὰ τούτοις ὁμοιότροπα, καὶ πάλιν ἐξτατικὴ φρίκη θεῶν καὶ θανάτου καὶ ἀλγηδόνων καὶ τῶν ταῦτα παρασκευάζειν δοξαζομένων, ὥστε ἂν ζῆλον ἀζήλων καὶ φόβον ἀφόβων ἐφ' ὅσον ἐνδέχεται περιαιρῆι τις αὑτοῦ, καὶ ποριστικὸς ἔσται καὶ φυλακτικὸς ὡς προσήκει. Καὶ ἀδικία δὲ νομίζεται μὲν ἑκάτερον ποιεῖν, στερίσκει δ' ἔπειτα τὸ πλεῖστον οὐ μόνον τῶν κερδανθέντων ἀλλὰ καὶ τῶν προϋπαρχόντων, ὥστε ἂν καὶ δικαιοσύνην ἀσκῆι, τὸ γ' ἐπὶ ταύ την ἀκινδύνως καὶ ποριεῖ καὶ φυλάξει. Καὶ μὴν ἀφιλία δοκεῖ μὲν ἀναλωμάτων κουφίζειν, ἀσυνεργήτους δὲ ποιεῖ καὶ ὑπὸ παντὸς καταφρονουμένους καὶ ὑπ' εὐνοίας ἀπολυωρήτους, ἐξ ὧν οὔτε πρόσοδος ἀξιόλογος οὔτε τήρησις ἀσφαλής, ὥστε ἂν φιλίαν περιποιῆται, καθ' ἑκάτερον εὐτυχήσει. Καὶ ἀφιλανθ ρωπία δὲ καὶ ἀνημερότης ζημιοῖ πολλ ὰ καὶ ἀβοηθήτους ποιεῖ, πολλάκις δ' ἄρδην ἀναρπάζεσθαι τὴν οὐσίαν. Αἱ δ' ἐναντίαι διαθέσεις τἀναντία παρασκευάζουσιν, οἶμαι δὲ καὶ πᾶσαν ἁπλῶς κακίαν ἐνποδίζειν πρὸς ἐπιτερπῆ συναγωγὴν καὶ τῶν ὑπαρχόντων ἐπιμέλειαν, τὰς δ' ἀντικε ιμένας ἀρετὰς συνεργεῖν ἀξιολόγως. Ὡς δ' ἰδιώτερον εἰπεῖν, αἱ φίλοις καὶ τῶν ἄλλων τοῖς οὐκ ἀτόποις γινόμεναι μεταδόσεις ἀφαιρέσεις καὶ τῆς ὑπάρξεως μ ε ιώσεις ἐνίοις εἶναι δοκοῦσιν, εἰσ ὶ ν δὲ κτήσεις λυσιτελέστεραι