Ancient Greek · ~5 min
Column 9
Philodemus, P.Herc. 1424 9
Not analysed yet
τὴν περὶ γαμετὴν πρώτην, γίνεσθαι δυναμένης εὐδαίμονος ζωῆς καὶ χωρὶς αὐτῆς, καὶ πῶς τὸ τίνα τρόπον γαμετῆι δεῖ προσφέρεσθαι τῶι περὶ τῆς σ υνήθως νοουμένης οἰκονομίας λόγωι προσήκειν, ὥστε καὶ διὰ τί πάντως δεῖν παρθένον γαμεῖν, καὶ πῶς τῶν κτημάτων πρῶτον καὶ ἀναγκαιότατον πρὸς οἰκονομίαν τὸ βέλτιστον καὶ οἰκονομικώτατον, ὥστ' ἄνθρωπος, καὶ π ῶ ς δούλους πρότερον παρασ κευαστέον ὧν Ἡσίοδος παραγγέλλει πρώτων, καὶ πῶς δούλου δύ' εἴδη φησίν, τὸν ἐπίτροπον καὶ τὸν ἐργάτην, ἀμφοτέρων καὶ ἐλευθέρων εἶναι δυναμένων, καὶ διὰ τί παῖδας κελεύει παρασκευασάμενον τρέφειν καὶ παιδεύειν, οἷς τὰ ἐλευθέ ρ ι α τῶν ἔργων προστακτέον, μ ᾶ λλον ἢ πεπαιδευμένους ἤ13 ὑπ' ἄλλων ἠγμένους; τὸ δὲ μήθ’ ὑβρίζειν ἐᾶν τοὺς δούλ ους μήτε πιέζειν καὶ τοῖς μὲν ἀ ληθιν ω τέροις τιμῆς μετα διδόναι, τοῖς δ' ἐργάταις τροφῆς πλείονος, ἀνεκτῶ ς εἴρηται· σκληρῶς μέντ ο ι τὴν τοῦ οἴνου πόσιν κοινῶς ἀ λ λ’ οὐ τὴν τοῦ πλείονος καὶ τοὺς ἐλευθέρους ὑβ ρ ιστὰς ποιεῖν, διὸ παρὰ πολλοῖς ἔθνεσιν ἀπέχεσθαι, καὶ τούτοις φανερὸν λέγειν, ὅτι δεῖ δούλοις ἢ μηδὲν ἢ ὀλιγάκις μεταδιδόναι, φανεροῦ μᾶλλον ὄντος, ὡς ἡ ποσὴ δύναμίν τ' ἐμποεῖ τῆι εὐθυμίαι καὶ χορηγεῖται παρὰ τοῖς ἐργαστικωτέροις. Κοινὰ δὲ καὶ οὐκ ἴδια φιλοσόφου τὰ περὶ ἔργου καὶ τροφῆς καὶ κολάσεως