Ancient Greek · ~5 min
Column 10
Philodemus, P.Herc. 1424 10
Not analysed yet
καὶ ὑπὸ τῶν μετριωτέρων φυλαττόμενα· τὸ δ' ἀλόγωι κολάσει μὴ χρῆσθαι καὶ ὁμοίως λόγωι καὶ ἔργωι προσῆκον μέν, ἀλλ' οὐ παραληπτέον ἦν ἐντα ῦ θα περὶ οἰκετῶν χρήσεως· ἢ διὰ τί τοῦτο μόνον; μᾶλλον δὲ καὶ τὰ συναφῆ, διότι γένη δεῖ πρὸς τὰ ἔργα μήτ' ἄγαν αἱρεῖσθαι δειλὰ μήτε θυμικά, καὶ τῶν πόνων ἆθλον προκεῖσθαι, εἰ καὶ τὸ πᾶσιν καὶ τὸ χρόνον ὁρίζειν πάντως οὐκ ἀναγκαῖον, καὶ τὸ μὴ πολλοὺς ὁμοεθνεῖς. Τὸ δ' ἐξομηρεύειν ταῖς τεκνοποιία ις εἰρηκέναι κοινῶς χεῖρον εἶναι δοκεῖ τοῦ παρὰ Ξενοφῶντι κελεύειν τρέφειν ἐκ τῶν ἀγαθῶν, οὐκ ἐκ τῶν πονηρῶν κελεύοντι· καὶ τὸ τὰς εὐθυσίας δὲ καὶ τὰς ἀπολαύσεις ποιεῖσθαι τῶν δούλων ἕνεκα μᾶλλον ἢ τῶν ἐλευθέρων βιαιότερον ἅμα τῆι πίστει, διότι πλέον ἔχουσιν, οὗ χάριν τὰ τοιαῦτ' ἐνομίσθη. Καὶ ἐν τ ῶι τέτταρα δεῖν εἶναι τοῦ συνήθως οἰκον όμου προσ αγορευομένου περὶ τὰ χρήματ' εἴδη, τό τ ε κτ ητικὸν καὶ τὸ φυλακτικὸν καὶ τὸ κοσ μητικὸν καὶ τὸ χρηστικὸν Ι παρ' ἐ πολλ ΝΟΟΥ ΚΑΤΑΔ ΟΤΑΠ ΤΑΤΕ ολαζειν αυτον ΘΩΣ εχοντος ς μεν οὐδὲ κατὰ τὴν τέχνην, το ῦ γε κοσμητικοῦ παρὰ τὸ κτητικὸν καὶ τὸ φυλακτικὸν ο ὐκ ὄντος, εἴ γε τὸ τάττειν ὡς δεῖ καὶ ἔνθα δεῖ τοῦτο λα μβάνεται, καθάπερ ἔοικεν ἔστω δ’, εἰ θέλει, καὶ ἡ τέρψιν ἐπιφέρουσα τῆι ὠφελίαι