Ancient Greek
Column 3
Philodemus, P.Herc. 1506 3-2
Not analysed yet
αἰτίας εὐδοκιμοῦντάς τινας βέλτιον πολλάκις τῶν ῥητόρων αὐτῶν ἀναστρέφεσθαι. Μετὰ δὲ ταῦτα λίαν ἐπενήνεκται ἄπιστον· Ὁρῶνται οἱ ἔχοντες πολιτικὴν ὥσπερ Κίμων οὔτε ἀναλίσκοντες χρόνον οὔτε δαπάνην οὔτ' ἀσχολίαν ὑπομέ νοντες ἕνεκα τῶν τοιούτων οὐδ' ὑποτάττοντες ἑαυτοὺς οὐδε νὶ πώποτε τῶν τὰ τοιαῦτα ἐπανγελλομένων. Π ῶς ἀληθῆ τα ῦτ' ἄν τις εἴπειεν, οὐχ ὁρῶ. Καὶ γὰρ πόνον καὶ πολλὰς ἀσχολίας καὶ κ ακοπαθίας ὑπομεμενήκασιν οἱ γε νναῖοι τῶν ῥητόρων ἐγ δι αδοχῆς ἐσχηκότες τὸ διαπρέ πειν ἐν ταῖς πατρίσι. Καὶ ταῦτα καὶ παρα πλήσια διαλέγεται ὡς θ υμο ύμενος πρὸς τοὺς ἄνδρας, ἐπειδὰν ἀποσβῶσιν. Δυνήσεται δέ τις κ ομίζειν Θεμιστοκλέα τὸν νυκτερεύοντος τοῦ στρατηγοῦ περιπατοῦντα καὶ καθεύδ ειν οὐκ ἐώμενον ὑπὸ τοῦ Μιλτιάδου τροπαίου καὶ Περικλέα τ ὸν χάριν τοῦ καλῶς