Ancient Greek
Column 4
Philodemus, P.Herc. 1506 4-2
Not analysed yet
πολιτεύεσθαι πλείστην ἀσχολίαν ἐπενηνεγμένον, ἀκουστὴν δὲ γενόμενον τῶν καθ' αὑτὸν σ οφῶν, ζηλοῦντα τοὺς προγ όνους, οἳ καὶ εὐγενοῦς καὶ τῆς Ἴωνος ἦσαν οἰκίας, καὶ Δημοσθένην τ ὸν καὶ Πλάτωνι καὶ Εὐβουλίδει λ εγόμεν ον παραβεβληκέναι καὶ τἀνδρομήκη κάτοπτρα κατεσκευακέ ν αι καὶ τ ὴν σπήλυνγα καὶ τὰς ἐγέρσεις τῶν χαλκοτύπων ὀνειδίζον θ' ἑαυτὸν ἀκούσαντα καὶ τὸ ψελλὸν εἰς εὐστομίαν μεταστήσαντα, καὶ πανπόλ λους ἑτέρου ς πρότερον καὶ νῦν χρόνωι καὶ δαπάνηι καὶ πόνοις καὶ μαθήσει πρὸς τὴν ἐπιφάνειαν ἀφι κ νεῖσθαι ζητοῦντας. Οὐ μὴν ἀλλὰ τῶν δυνάμεων αἱ μὲν χρόνου τε πρέποντος δέονται καὶ δαπάνης εἰς τὴν ἀνάληψιν καὶ τοῖς ἐπαγγελλομένοις ὑποτάξεως, αἱ δὲ χρόνου μέν,μόνου δέ, τούτου μέντοι πᾶσαι δέονται, δαπάνης δ ὲ οὐ πᾶσ' οὐδ' ὑποτάξεως τοῖς διδάσκουσιν, ὧν φήσει τις εἶ ναι καὶ τὴν πολιτικήν.