Ancient Greek
Column 34
Philodemus, P.Herc. 1506 34
Not analysed yet
εση ν ὁμοειδῶν Καλλιστρατ ι ῥήτωρ ειριε ὅταν οὖν ἐν τῇ ρη πη ι καὶ τῆι ῥητορικσισμ προκύπτον πως ἡ τοῦ λόγου δύναμις, οὐ κατὰ ἓν γένος μόνον νοεῖται λόγου δύναμις· ὅταν τοίνυν Θεμιστοκλέα λέγῃ καὶ Περικλέα, πολιτικοὺς λέγει καθὰ καὶ Φωκίωνα· εἰ δ' Ἰσοκράτην καὶ Μᾶτριν ἔφη, μέρος τι π εριίσταται· καὶ γὰ ρ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ τότε καὶ νῦν ἀκρότατοι νοοῦνται καὶ λέγονται· εἰ δὲ λ έγονται ῥήτορες καὶ ὅσοι περὶ Μ ᾶ τριν ἦσαν, ὡς ἔλεγεν, οὐκ ὤφειλε τοὔνομα τιθέναι τοῖς πολιτικοῖς ἀλλὰ τοῖς ἐκ θἀτέρου, ὡς κἂν ῥήτορας τοὺς περὶ Δημοσθένην καὶ Καλλίστρατον, οἳ λέγονται τὴν πολιτικὴν κεκτῆσθαι δύναμιν, ἀξιώσαιμεν εἰπεῖν