Ancient Greek
Column 35
Philodemus, P.Herc. 1506 35
Not analysed yet
ὧν καὶ ἐν ἄλλῳ μέρει ἐπεμνήσθημεν. Ἀλλὰ μὴν μεταβάντες ἤδη πρὸς ταῦτα περὶ τῶν μετὰ λόγου ἀπ οδείξομεν, διότι οἱ καλούμενοι σοφιστικοὶ δοκοῦσιν ἡμεῖν μᾶλλον ἰσχύειν περὶ τοὺς λόγους τῶν μᾶλλον κατὰ πολιτικὸν τρόπον φαινομένων εἶναι ἢ κατὰ ῥητορικὸν πολιτικῶν. Οὐκο ῦν τὸ μὲν ῥητορικὴν προχείρως νοεῖσθαι τήν τε σοφιστικὴν ἢ πανηγ υρικὴν ἢ ὁπωσδήποτε παρά τισι πρ οσαγορευθεῖσαν, καὶ ἀφ' ἧς ἐν δήμοις τινὲς καὶ δικαστηρίοις προσηκόντως ἀναστρέφονται μετὰ λόγ ου δυνάμεως, ἐπιλελογισμένον ἡμῖν, ἐν τοῖς ἀνώιτ ερον τούτων προϋποκείμενον. Ἐκείνης δὲ τῆς ἀ πο δόσεως 'ὅτι ῥήτωρ ἀγαθός ἐστιν' ἁπλῶς μὲν δ ηλούσης, ὅτι ἔν πειρος καὶ πρός γε τὸ λέγειν τεχνικός· λέγεται γὰρ καθὸ ἀγαθὸς ῥή τωρ τεχνείτης ἀγαθός, ὡς καὶ λέγεται ἀγαθὸς τεχνείτης ὁ ἔνπε ιρος, δηλούσης δὲ καὶ τάχ' 'ὁ ἀγαθὸς ῥήτωρ' ὁ σπουδ α ῖος κατὰ τὸ ἦθος ῥήτωρ ἢ πολιτικός, μᾶλλον