Ancient Greek
Column 6
Philodemus, P.Herc. 1506 6-2
Not analysed yet
νλοχεσ ημακαιριλ πολιτικοῖς πράγμασιν εντωα τουσαν· ἀλλ' εἴπερ απο ειν ἔκρινε ταὐτόν, δοκῶ, διότι πολὺ συνετωτέρως ἀντεῖπεν ἂν ἁνὴρ ἢ τοσοῦτοι πρὸς τοὺς ῥήτορας ἀντιγράφουσιν· εἰ δὲ μόνος Διογένης αὐτῶν ἱστόρηκε πραγματικὸν μὲν αὐτῶν οὐδένα γ' ὄντα, διὰ παντὸς δὲ πρὸς χάριν ὁμιλοῦντας καὶ τὸ ν θεωρικὸν διδόντας ἢ κατ' ἄλλον τρό π ον τὰ κοινὰ διανέμοντας, ἴσως εἶπεν ὥσπερ οἱ μηδὲν ἱστορηκότες τῶν π ερὶ τοὺς ῥήτορας· τὸ μὲν γὰρ ἐνίους τοιούτους γεγονέναι, π ολλοὺς δὲ καὶ πραγματικὰ συμβεβουλευκέναι καὶ διάνοιαν ἐνβριθεστέραν ἔχοντα καὶ μετὰ παρρησίας πολλῆς πεπολιτεῦσθαι καὶ πεπολεμηκέναι τοῖς τὰς νεμήσεις τῶν κοινῶν εἰσηγουμένοις καὶ τὰς ἱστορίας ἐδοξάζομεν ἡμῖν μαρτυρήσειν. Ἀκολούθως δὲ τούτοις Ἱκανόν, φησίν, εἶναι δεῖ τὸν πολιτικὸν ἄρχειν τὰς κατὰ πόλιν ἀρχάς, ῥήτωρ δ' οὐ δύναται οὐδ' εἶναι