Ancient Greek · ~3 min
Column 7
Philodemus, P.Herc. 1506 7-2
Not analysed yet
αινας πολιτικός. Οὐ μὴν ὅ γε τῆς ἰδιωτέρας τυνχάνων προσηγορίας πολιτικὸς ἐπὶ τὸν στρατηγεῖν δυνάμενον καὶ ναυαρχεῖν ἐπιδιατείνει, κατὰ ταὐτὸ δὲ καὶ ὁ συμβουλεύειν δυνάμενος καὶ δίκας λέγειν ὀνομάζεται τῶι χωρὶς τήν γε ἐνπει ρίαν ἔχειν, κἂν μὴ δεινῶς ἐπιστῆται λέγειν· κ ἂν πολλάκις ὁ κατὰ τοῦτον τὸν τρόπον πολιτικὸς λεγόμενος εἰδῇ στρατηγεῖν καὶ πολλὰς ἑτέρας ἀρχὰς διευθύνειν, οὐ κατὰ τοῦτο τεύξεται τῆς δυνάμεως οὐδ' ἀπὸ τῆς π ολ ιτικῆς δυνάμεως εὐθὺς καὶ τὴν ἄλλην χρὴ περὶ αὐτὸν εἶναι τὴν μακρὰν κεχωρισμένην. Ἔτι καταγελάστως φησίν· τῆς μὲν ῥητορικῆς ἀντιποιουμένης οὐ παντὸς τοῦ π ολιτικοῦ καὶ οὐ μόνου, τοῦ δ' ἰδίου κτατοιβουλευ