Ancient Greek · ~4 min
Column 10inf
Philodemus, P.Herc. 152 Column 10inf
Not analysed yet
κυκλίως· οὐ γὰρ εὐτυχὴς ὁ ῥυμβονώμενος ἅπαντα τὸν βίον· οὕτ' ἀκινήτους ὑποληπτέον· οὐδὲ γὰρ ἔτι ζῶιον νοεῖται τὸ τοιοῦτον· ἅμα δὲ καὶ ἡ διαγωγὴ ἡδεῖα προπίπ τει καὶ αταε αυν ησ γαρε των ἀπ' αἰῶνος ὕπεστιν καὶ ἔσται, καθ' ὃν τ ρόπον αἵ τε φάσεις καὶ φωτὸς ἡμῖν γεννῶνται καὶ δι' ἃς ἐν ἄλλοις καὶ ἄλλοις χρόνοις ἄλλων καὶ ἄλλων π ροςγινομένων ὁρατ ῶν καὶ λόγωι θεωρουμένων αἰτιῶν ἕτερα καθ' ἕκαστον αἰσθητὸν χρόνον γίνεται καὶ τὸ γεγεννημένον οὐχ ἓν καὶ ταὐτὸ κατ' ἀριθμὸν πρὸς τὸν αἰῶνα, καθάπερ ἡμεῖς ἕν πρὸς ὅλον τὸν βίον. διόπερ καὶ κινεῖσθαι ἀεὶ βουλ οιν νοιαν ντοσ διμο φαμα νομο ου ἀεὶ φαν ρο γινομένης ἐπ τ σου δηλοῖ· διότι καὶ τ ὴν ὕπαρξιν ἀναιροῦσι, καθόσον τὴν κίνησιν τῶν θεῶν· ἓν γὰρ εἶναι δεῖ τὸ κινούμενον, ἀλλ' οὐ πολλ ὰ ἐπὶ τῶν ἑξῆς τόπων, καὶ τὸ ζῶν ἀεὶ ταὐτόν, ἀλλ' οὐχ ὅμοια πολλά. οὐ μὴν ἀλλὰ τὸν εἰρημένον τρόπον ὁ τοιοῦτος ἀμείβει θεός, ὅστις ἐκ τῶν αὐτῶν συνεστηκὼς μεταλαμβάνει τῶν