Ancient Greek · ~2 min
Column 10sup
Philodemus, P.Herc. 152 Column 10sup
Not analysed yet
ν οεῖν δὴ προσῆκεν, ἀλλὰ καὶ γεννᾶν ἔκ τινων ἰ δ ίων κἀκεῖνα. διὰ δὴ τὰ προειρημένα καὶ καλῶς ἔχει τιμᾶν καὶ σέβεσθαι καὶ ταῦτα, καὶ μᾶλλον ἣ τὰ κατασκευαζόμενα πρὸς ἡμῶν εἴδη καὶ τοὺς νέους θεούς, ἐπεὶ τὰ μὲν ἀεὶ συνάπτεται τοῖς γε σεβασμοῦ τοῦ παντὸς ἀξίοις, τὰ δ' οὐχ ὁμοίως. περὶ τοίνυν κινήσεως θεῶν ὧδε χρὴ γινώσκειν· οὔτε γὰρ οἰητέον ἔργον μηθὲν ἕτερον ἔχειν αὐτοὺς ἢ διὰ τῆς ἀπειρίας τῶν ὁδῶν περιιόντας ἀεὶ δινεῖσθαι ἐγ