Ancient Greek · ~6 min
Column 12inf
Philodemus, P.Herc. 152 Column 12inf
Not analysed yet
τὸν θεὸν ὡς ἐνι πωρρωτάτωι κα θιστάνειν τῶν ἐπὶ διάλυσιν ἀγωγῶν. εἰ δὲ δη καὶ καθεύδοντι πρ οσ θετέον ὀνείρους, ὡς δη καὶ δὴ φαίνοιτ' ἂν εὔλογον, φόβος, μὴ καὶ τῆς διανοίας ἀναλόγως τῆι τοῦ σοφοῦ βλαπτομένης ταραχαί τινες παρακολουθῶσιν ἀρρ ωστίαι τῆς ψυχῆς τ ἀσθ ένειαν εἶναι θεῶι φαγκει μι ης· οὐ γὰρ κοπιᾶν αὐτὸν οὐδὲ καθεύδ ειν πρέ πειν, ἀλλὰ συνεχῶς ἐγρηγορέναι δι' αἰῶνος ο ὐ διακλάσει μελῶν χρώμενον ἢ λύμαις δειναῖς. ἀλλ' οὐχὶ καὶ διαγωγῆς ἑτέρας τρόπον ἔστιν εὑρ εῖ ν ὡς καὶ ἀφθάρτων καὶ δεχομένων ἀείδια ζώιων, ἐπεὶ καὶ ὕπνος οὐ δείκνυται, διὰ τί θεοῖς οὐκ ἂν παρεμπίπτοι· καὶ πρόπαλαι πιστὸν εἶναι τοιαῦτα μὴ ἀ πρεπῆ τοῖς θεοῖς. ταῦτα μὲν οὖν κ αὶ τὰ τοιαῦτα πολλάκις δεξάμενος παρὰ τὴν ζήτησιν ταύτην περὶ τὸ μὴ μέγα διαφέρειν θ εῶι τὸ μὴ δέχεσθαι πρὸς τὸ δέχεσθαι τὸ φ θα ρτόν. μὴ παράλογά πω ς ἕπεςθαι δοκῆι ου φαίνεται δὲ καὶ τῶν διαφορὰν διακριβωσάντ ων δέχεσθαι μὴ τοῦθ', ὅ τι τὸ περιάπτειν ὕπνον οὐ μέγα διαφέρει πρὸς τὸ δέχεσθαι φθορὰν ἢ μὴ δέχεσθαι καὶ τὸ μὴ περιάπτειν οὐ μέγα διαφέρει πρὸς ἑκάτερον, ἀλλὰ τὸ διαφέρειν πρὸς ἀφθαρσίαν τὴν ἀφαίρεσιν, οὐ μὴν μέγα, πρὸς δὲ τὴν φθορὰν τὴν συναφήν, οὐ μέγα δ' οὐδὲ ταύτην. τοῦτο δ' αὐτὸ δυσπειθὲς ἀναφαίνεται τὸ μὴ μέγα διαφέρειν τὸ μὲν πρὸς ἀφθαρσίαν, τὸ δὲ πρὸς