Ancient Greek · ~1 min
Column 13sup
Philodemus, P.Herc. 152 Column 13sup
Not analysed yet
διάλυσιν; εἰ μὴ ποιὸν ὕπνον ἐλάμβανεν ἢ παραπλήσιόν τι πάθος ὧι ποτε πάσχομεν ἡσυχάζοντες μέν, οὔπω δὲ καθεύδοντες ὁμολογουμένως· ὅπερ οὐδὲ καταλείπειν ἀπέκοπτεν. ἐξέσται δ' ἐπὶ τὸν τόπον ἀκριβέστερον ἐπιστῆσαι. χάριν γὰρ τοῦ τῆι τῆς τροφῆς ἀναδόσει τὸν ὕπνον οἰκεῖον ὑπάρχειν, φασὶν οἱ περὶ τὸν Ἀντιφάνην, οὐκ ἂν βιασθείημεν ἀπολείπειν ὁρῶντες οὐδένα πρὸ