Ancient Greek · ~5 min
Column 13inf
Philodemus, P.Herc. 152 Column 13inf
Not analysed yet
δ είλης δεόμενον ὕπνου πρὸς τὰς ἀναδ όσεις, ὅταν δὲ ποιὰν λάβωμεν τροφήν, καὶ παντάπασιν. τοῖς δὲ θεοῖς τὸ προσ λαμβανόμενον καὶ λεπτομερὲς ἐπινοοῦντας καὶ νόστιμον πᾶν καὶ προσ τιθέμενον ἀκωλύτως, κατάπο ν ο ν δ' αῦ βάρος διαλύειν οὐδὲ πώρρωιθ εν παρακελευομέν ο ις ὕπνωι, εἰ μὴ π ατ οφ ποισ οσεπ υ παρακολουθοῦντα διὰ τὴν τῆς φύσεως παραλλαγὴν τίς ἀνάγκη, παρὸν τὴν ποιότητα φυλάττεσθαι, μόνον δ' ἡσυχίαν ἀναλογοῦσαν, εἴπερ ἄρα, καταλείπειν; νοητέον δὲ κατὰ τὸν Ἕρμαρχον καὶ ἐπισπωμ ένους πνεῦμα καὶ προϊεμένους τοὺς θεούς· τούτου γὰρ αὖ χωρὶς οὐδ' ἔτι τοιαῦτα ζῶια νοήσομεν, οἷα προειλήφαμεν, ὡς οὐδ' ἰχθῦς ἀπροσ δεεῖ ς τοῦ ὓδατος οὐδ' ορνιθας πτερῶν εἰς τὴν δι' ἀέρος φοράν· οὐ γὰρ μᾶλλον τὰ τοιαῦτ' ἐννοεῖται τοιο τα σ ηλιπ απηρεστ ἀφθαρσίαν αλλο ειαν ἃ πολλὰ ιοιδ τοῦτο μενοητ ω μήτε δ' εἶναι πεζὰ μήτε φθόνγον ἔμ μετρον οὐ προσ δεόμενον ἀναπνοῆς οὐ ῥητέον, ὡς οὐδὲ χ ιόνα χωρὶς λευκότητος ἢ πῦρ ἂν ἄνευ θερμότητος. καὶ φωνῆι δὲ χρῆσθαι καὶ ὁμειλίαι τῆι πρὸς ἀλλήλους ῥητέον· οὐ γὰρ μᾶλλον εἰδαίμονας καὶ ἀδιαλύτους νοήσομεν, φησί, μὴ φωνοῦντας μηδ' ἀλλήλοις διαλεγομένους, ἀλλὰ τοῖς ἐνεοῖς ἀνθρώποις ὁμοίους· τῶι γὰρ ὄντι φωνῇ χρωμέ