Ancient Greek · ~4 min
Column 14inf
Philodemus, P.Herc. 152 Column 14inf
Not analysed yet
τάτας καὶ ὀρθοτάτας, ὥσπερ κατὰ τὴν Ἑλλάδα οἱ σοφοὶ πάντες, καθόσον σοφοί, λέγονται μὴ πολὺ διαφερούσαις κατὰ τὰς ἀρθρώσεις χρῆσθαι φωναῖς· καὶ μόνους οἴδαμεν γεγονότας σοφοὺς Ἑλληνίδι γλώττη χρωμένους, ἐπεὶ καὶ προσ αλλήλων εἰς κοινολογίας διαλέκτων τ ων π πόλεις Ἑλληνίδας α αν λα λ ν σον διὰ τὴν ἀρχικὴν ὑπῆρξε γένεσιν. ἐπιτετμημένων οὖν καὶ τούτων τί ἂν ἔτι μηκύνοιμεν, ἀλλ' οὐχὶ τὸν περὶ τῶν προχειριςθέντων λόγον ἀπ οτερματίζοιμεν; τὸ τὰ ποῖα δεῖ ζητεῖν καὶ ἀποδιδόναι μέντοι περὶ θεῶν καὶ τὰ ποῖα μὴ ζητεῖν μηδ' ἀποδιδόναι χαρακτηρίσομεν ἐπισυνάψ αντες, ἵνα καὶ τῶν παρελκόντων καὶ ὧν εἶναι μὴ χρὴ σοφισμάτων καταφρονῶμεν καὶ τῶν τε λ πολ ε ονεφκαιταω ωνεπ τι καθάπερ ὅταν ἀποδόντων ἡμῶν ἕτοιμον, ὅτι τροφῇ χρῶνται προσερωτῶσί τινες καὶ ποίαι τινὶ τῶ ν κατὰ μέρος καὶ πῶς σκευ αζομένηι καὶ ἀναδιδομένηι καὶ εἰς διαχωρήσεις ἐρχομένηι· καὶ κοινῶς ἡμῶν ἐπιδειξάντων, ὅτι καὶ τὰς ἐκμεμορφωμένας διὰ τῶν αἰσθήσεων καθόλου τέρψεις ἀπολαμβάνουσιν, ἀπαιτῶσι καὶ τὰ ἐπὶ μέ