Ancient Greek · ~2 min
Column 15sup
Philodemus, P.Herc. 152 Column 15sup
Not analysed yet
ρους, διὰ τί αἱ τέρψεις. π άντα οὖν τἆλλα κοινῶς ὑπογραψάντων, ὡς ἡ φύσις, καθ' ἣν ὑπάρχουσίν τε καὶ διατετήρηνται καὶ διατηρηθήσονται τὸν ἅπαντα χρόνον, πάντως καὶ γεγέννηκεν αὐτοῖς τὰ πρόσ φορα πάντα καὶ γεννήσει περιληπτὰ μὲν διανοίαι, τοῖς δ' αἰσθητηρίοις οὐχ ὑποπίπτοντα· ἅτινα ταὔτ' ἐστὶν ἐπὶ ζώιων, καὶ μάλιστ' ἐρωτῶσι, καὶ τί διαφέρει τὰ τῶν ζώιων, ἂ δὴ πάντα καὶ τὰ παραπλήσι' αὐτοῖς οὐδετέρου δήπουθεν ἔχεται τῶν εἰρημένων.