Ancient Greek · ~4 min
Column 7inf
Philodemus, P.Herc. 152 Column 7inf
Not analysed yet
εν τούτωι ωι χρεία ς ἡμῖν μεγίστας διὰ τῶν τοιού των, εἴπερ ἦν ἐνδεχόμενον χρόνον διαιτᾶν τινα χρείας ὠφελιμωτάτας καρπούμενον ω τῆς δ' ὀρέξεως αὐτῶν ἀφιστάμεθα πίστει τοῦ μὴ δυνήσεσθαι· τοῖς δὲ θεοῖς οὐ δὲν ἂν ἀγαθὸν περιγίνοιτο διὰ τῶν τοιούτων· καὶ χωρὶς αὐ- τῶν ἅπαντ' ἔχουσιν ἐν ἐξουσίᾳ πάσηι τὰ πρὸς αὑτούς. οὐδ' ἡμεῖς μέντοι καθ' ἕκαστον ἡμῖν ἀδύνατον ἐλλείπομεν, ὥσπερ οὐδὲ παρ' ὅσον ἀπὸ Δευκαλίωνος ὅσα κύματα τῶι θεινίωι προσ έπεσεν ἀδυνατοῦμεν ἐπιγνῶναι. βλέπετ' οὖν ὡς οὐδὲ μάχεται τὸ λειτε θεὸς ποιεῖν τῶι πᾶν ἀ δύνατον εἶναι θεῶι ποιεῖν τη ν λον αὐτῶν εἶναι εἰ καὶ ταῦτ' ἐδύνατο, τὴν δύναμιν ἂν εἶχέ πως καὶ τοῦ πάντας ποιῆσαι σοφοὺς καὶ μακαρίους καὶ μηδὲν κακόν. τὸ δὲ τοιοῦτον ἀσθένειαν καί τιν' ἔλλειψιν συνάπτει τῶι κρατίστωι· πολλάκις δὲ αὐτὸ ἐπ' ἀνατροπῇ τῆς νοήσεως τοῦ θεοῦ συγχωροῦσι, καθάπερ ὅταν Χρύσιππος ἐν τοῖς Περὶ μαντικῆς λέγῃ μὴ δύνασθαι τὸν θεὸν εἰδέναι πάντα διὰ τὸ μηδ' ἔχειν