Ancient Greek · ~2 min
Column 8sup
Philodemus, P.Herc. 152 Column 8sup
Not analysed yet
καὶ κατὰ τὴν τοῦ θεοῦ διαφορὰν ἰδιωτικῶς ἅπαντος αὐτῶι δύναμιν ἀναθέντες, ὅταν ὑπὸ τῶν ἐλέγχων πιέζωνται, τότε καταφεύγουσιν ἐπὶ τὸ διὰ τοῦτο φάσκειν τὰ συναπτόμενα μὴ ποιεῖν, ὅτι οὐ πάντα δύναται. τοῦτο μὲν οὖν, τάχα δὲ καὶ τὰ προκείμενα δύο σκέμματα, εἰ καί τισιν δόξει τοῦ συνεχοῦς ὑπομνήματος οἰκειοτέραν ἔχειν τὴν διάληψιν, ᾠκονομήσθωι διὰ τ ὸ καὶ τῆι νῦν προσθέσει πως συνῆφθαι ρ