Ancient Greek
Column 6
Philodemus, P.Herc. 1538 6
Not analysed yet
ζωγραφίαν δὲ τὴν Ἀπελλέους, καὶ περὶ τῶν ἄλλων ὁμοίως, ἀντιστρόφως δ' ἐπὶ τῶν κακιῶν. θεματικήν τε παντάπασι τὴν κρίσιν τοῦ καλοῦ ποιήματος εἰσάγει καὶ ἀόριστον. τότε μιμεῖσθαι τὸν Ὅμηρον ἐμ πᾶσι καὶ τὸν Εὐριπίδην καὶ τοὺς ὁμοίως τεθαυμασμένους οὐκ ἐπιεικὲις εἶναι δόξει. τάχα δ' οὐδ' ἐπιγνῶναι δυνησόμεθα τὴν ὡς προσήκει τούτους μεμιμημένην, ἐὰν μὴ τὸ προσῆκον εἰδήσω μεν. πλὴν οὐδὲν γελοιότερον ἔσται τοῖς οὕτως ἀποδιδοῦσι. πευσόμεθα γὰρ