Ancient Greek
Column 7
Philodemus, P.Herc. 1538 7
Not analysed yet
καὶ περὶ τῆς λέξεως μόνον λαλεῖ, τὰ νοήματα κυριωτέραν δύναμιν ἔχοντα παραπέμπουσα τουσπαραινιτ ν ὅτι τοῖς θεοῖς καὶ τοῖς ἥρωσι ἡ τοιαύτη πρέπει λέξις ἠλιθίων ἐστὶ καὶ μεμιμῆσθαι βέλτιον λέγειν τὴν πρέπουσαν. τελείως δὲ μ ανικὸν τὸ πα ρ αψηλαφᾶν ὁμοιότητα λέξεως τοῖς δηλουμένοις πράγμασι. εἰ δὲ προσυπακουστέον καὶ τὴν διάνοιαν, ἢ γραφεὺς παραλέλοιπε, τὸ ποητικῆι διάγνωσιν ἀπονέμειν τῶν ἑκάστωι προσώπωι πρεπόντων λόγων παράκοπόν ἐστιν. ἀλλὰ δὴ καὶ