Ancient Greek
Column 9
Philodemus, P.Herc. 1538 9
Not analysed yet
καὶ τῶν ἐπιγραμματοποιῶν καὶ Σαπφοῦς, ἐκεῖνος ταὐτὸν ἐρεῖ τῶι ποητὴν ἀγαθὸν εἶναι τὸν ποιημάτων καλῶν συνθέτην, ὃ καὶ πρὶν Θέογνιν γεγονέναι κατείχομεν. καὶ τῶν ἀξιούντων δ ὲ τὸ ἐν παντὶ γένει ποιήσεως τὸ πρέπον δύνασθαι τηρεῖν, καταγνωστέον ὅτι πολλὰ πρὸς τούτωι δεῖ τὸν ποιητὴν εἰσφέρεσθαι. καὶ διότι τὸ πρέπον, εἰ τὸ κατὰ σοφίαν λαμβάνουσιν, ἀγένητον καὶ ἀμήχανον ἀποδιδόασιν