Ancient Greek
Column 8
Philodemus, P.Herc. 1538 8
Not analysed yet
ζητοῦμεν, ἐπειδὰν τίς, ὁ σπουδαῖός ἐστιν ποιητὴς ἐξετάζωμεν, ὅπως τὰ ποιήματα συντιθεὶς καλῶς συντίθησιν· ὁ δὲ τὸν καλῶς φησιν. εἰ δὲ καὶ τὸ πᾶν γένος ποιήματος ἀξιοῖ ,παντελῶς ἀγένητον καταλείπει τὴν ἀρετήν. οὐθεὶς γὰρ ἐδυνήθη πᾶμ ποῆ σαι καλῶς. ὡς δ' ἐγὼ πείθομαι, καὶ ἀδύνατον· οὐδὲ γὰρ δύναιτ' ἄν. ἄλλως μὲν τοῦτ' οὐδ' ἐν μοναχῶι γένει διωμάλικέν τις ποιητής. εἰ δὲ τὸ δύνασθαι συνθε ῖναι ποίησιν ἀρετὴν ἔχουσαν, ἧττομ