Ancient Greek · ~2 min
Column 10
Philodemus, P.Herc. 182 10-2
Not analysed yet
νᾶν καρδίας ν μ α δενι ν ἐπὶ τὸ ακατας τοῖς μετρίως ταρακτοῖς· ἄρτι γὰρ ῥάιδιον ἦν. οὐκ ὀλιάκις δὲ καὶ νοσοῦντες ἀκμὴ ν ἀναπηδῶσιν, πολλάκ ι δὲ καὶ γυμνοί, καὶ καταδιώκουσί τινας καὶ συμπλέκοντ αι διὰ τὸ δὴ μεγάλοις ἐνκύκ λιον συμπτώμασιν. κἂν ἡσυχάζωσιν ἐπὶ τῆς κ λίνης, διὰ τὴν φλεγμονὴν καὶ τὸν τῆς ψυχῆς διασπασμὸν τρέπουσιν τὸ σωμάτιον φορῶς εἰς ἐπικινδύνους ἀρρωστίας, ὅθεν καὶ παραινοῦσιν οἱ θεραπεύοντες αὐτοῖς τε τοῖς συνεχομένοις φυλάττεσθαι τοὺς διερεθισμοὺς καὶ τοῖς παρεδρεύουσι μηδὲν ὅλως ποιεῖν τῶν κινῆσαι δυναμένων, τὸ δὲ δυνατὸν καὶ τοῖς ἰατροῖς