Ancient Greek · ~2 min
Column 9
Philodemus, P.Herc. 182 9-2
Not analysed yet
ας τρόμους καὶ κινήσεις τῶν μελῶν καὶ παραλύσεις, οἷα συμβαίνει καὶ τοῖς ἐπιληπτ ικοῖς, ὥστε συνεχῶς π αρακολουθούντων τὸν ἅ παντα βίον ἐπιτρίβεσθαι καὶ τὸν πλείω χρόνον εἰς ἐκτροφὴν κακοδαιμ ονίας λαμβάνειν. τὸ δ' ὅτι πολλοῖς ἐγέννησεν αὐτό τε καὶ τὰ γινόμενα δ ι' αὐτοῦ, ῥήξεις πλευμόνων καὶ πλευρῶν πόνο υς καὶ πολλὰ τοιουτότροπα πάθη θανάτους ἐπιφέροντα, καὶ παρὰ τῶν ἰατρῶν ἀκούειν ἔστιν καὶ παρατηροῦσιν αὐτοὺς ἐπιβλέπειν. καὶ πρὸς μελανχολίας δὲ παριστᾶσιν ἅμ α συνεχεῖς ὥστε πολλάκις καὶ τὰς μελαίνας γεν