Ancient Greek · ~2 min
Column 13
Philodemus, P.Herc. 182 13-2
Not analysed yet
ιουτο δὲ καὶ τοῖς σω ες καὶ παντα χῶς τὸν μὲν τυπτόμενον ἥκιστα βλάπτουσιν, αὐτοὶ δ' ἑαυτοὺς λυμαίνονται παντοδαπῶς καὶ διὰ τοῦτο πάλιν θυμοῦνται καὶ συμπλεκόμενοι ἔτι παροινοῦνται. τί γ ὰρ δεῖ λέγειν τὸ μηδ' ἀπω σμένους ἀλλ' ἐπιφερομένους ἐνίοτε διὰ τὴν ἀνεπιστασίαν εἰς ξύλα καὶ τοίχους καὶ τάφρους ἤ τι τοιοῦτον ἐνπίπτειν ἂν δὲ οὖν γενόμενοι κρείττους προβῶσιν, ὥσπερ εἰώθασιν, ἕως ὀφθαλμῶν ἐκκοπῆς ἢ μυκτήρων ἀποτρώξεως ἢ καὶ φόνου, τὸ περιπίπτειν ἐκ τῶν νόμων τε καὶ τῶν συνοργιζομένων τοτὲ μὲν τοῖς ὁμοίοις, τοτὲ δὲ φυγαῖς ἐκ τῶν πατρίδων ἕποντα ι τοῖς ἀπέραντα θ υμουμένοις