Ancient Greek · ~3 min
Column 14
Philodemus, P.Herc. 182 14-2
Not analysed yet
ἀλογοῦσιν αὖ καὶ πικραίνονται καὶ ἀγανακτοῦσι τὰς τῶν παραδεδομένων θεῶν ὀργὰς ἀτόπως ἀπομιμούμενοι περου ὑβρίζουσιν ὥσπερ ἐκ θεόφιν εἰς συγ γένειαν ταῖς ἀληθείαις, ὡς πολλοὶ παραπλήσιοι τοῖς Οἰδίπ οδος υἱοῖς καὶ τοῖς Πέλοπος ἢ Πλεισθένους τῶν τ' ἄλλων προσηκ όντων, καθάπερ μυρίοι καὶ πάλαι καὶ νῦν. ἀμέλει γὰρ καὶ φιλοτιμότερόν ἐστι καὶ τῆς ἐρωτικῆς ἐπιθυμίας τὸ κακόν, καὶ καταρχόμενον ἀπ' ἐλαχίστου μέχρι καὶ τῶν ἐσχάτων ἐξοκέλλειν ποιεῖ. προάγεται δὲ καὶ ἀσεβεῖν εἰς ἱερεῖς ὑβρίζοντας καὶ παροινοῦντας εἰς ἱκέτας καὶ τῶν θείων αὐτῶν ἀφειδοῦντας καὶ περὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐκβακχεύοντας· ὅθεν ἐπὶ πολλοῖς τῶν συντελουμένων τε καὶ ἀπ αντώντων αἱ ψυχαὶ τῶν ὀργίλων συ νταράττονται. ἔχουσι δὲ