Ancient Greek · ~3 min
Column 23
Philodemus, P.Herc. 182 23
Not analysed yet
λύμης ἐγκαλοῦντας προπίπτειν τὰ συμβαίν οντα τι μεθοδεύειν δευμα. περὶ δὲ τῶν ἡλικιῶν ἡμεῖς ἡγούμεθ' ἄτοπον εἶναι τὰ καθ' ἕκαστον τῶι πάθει συνημμένα καταριθμεῖν, ἱκανῶς ἔχον τὰς ἀδιαφορήτους μόνον πρὸς ἅπαντας καὶ κοινὰς παισὶ γερόντων καταγράφειν δυσκολίας οιται ει θ ε μηδ μοιρ μονιας. δ ιαφθείρουσι πολλὰ καὶ τῶν προκειμένων λόγον αἰτοῦντές τε κατὰ πυκνὸν προσενφύσαντες παραγωγὰς ἀπολλύοντές τε διὰ τοὺς θυμοὺς ἑκουσίως οὐκ ὀλίγα, καὶ διὰ τὴν ἄρρητον ἐπιθυμίαν τοῦ μετελθεῖν τινας ὅλας τὰς οὐσίας ἐξαναλίσκοντες, ἐνίοτε δ' ὑπὸ τῶν γεγονότων ἐχθρῶν καταδικαζόμενοι καὶ παντελῶς ἀναγκαζόμενοι τῶν ὑπαρχόντων ἐκπίπτειν. ἀφίημι γὰρ τοὺς ἐκκοπτομένους ὄμματα δούλους, πολλ άκις δὲ φονευομένους, ἂν δὲ βάλωσι καλῶς δραπετεύοντας. παρέπεται δ' αὐτοῖς καὶ τὸ