Ancient Greek · ~3 min
Column 24
Philodemus, P.Herc. 182 24
Not analysed yet
ἀηδεὶς δὲ γίνονται καὶ γονεῦσι καὶ ἀ δελφοῖς καὶ τέκνοις καὶ τοῖ ς ἄλλοις ἅπασι φίλοις, ἂν καὶ μήποτ' αὐτοὺς ἀνα νκάσωσιν πολλάκις τα ται πολλὴν τα βον και ειτε μενο εξων και πιτρομ φ οδετοπαρο συνασπίζειν. ὅσα τε πέφυκεν ἐξ οἰκετῶν οὐκ ἐλαττώματα μόνον ἐν ὑπηρεσίαις, ἀλλὰ καὶ δυσχρηστίαι καὶ συμφορῶν εἴδη πάντα παρακολουθεῖ, διά τε τὰς βριμώσεις καὶ τὰς κακηγορίας καὶ τὰς ἀπειλὰς καὶ τὰς ἀναιτίους κολάσεις καὶ συνεχεῖς καὶ ὑπερμέτρους εἰς πᾶν ἐκκαλουμένων τῶν δούλων, ἂν μὲν αὐτοὺς ἀποκτεῖναι δύνωνται, σφόδρ' ἡδέως ποιοῦντων, ἂν δ' ἀδυνατήσωσι, τέκνα καὶ γαμετάς, ἂν δὲ μηδὲ ταῦτα, τὰς οἰκίας ἐμπιμπράντων ἢ τἆλλα κτήματα διαφθειρόντων. ἀλλὰ μὴν ἐὰν καὶ πολλὰς ἔχωσ ιν ἀφορμὰς εἰς φιλανθρ ωπίαν ἢ δικαιοσύνην ἢ προσήνεια ν νην ἡνδήποτε