Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 182 3-2
Not analysed yet
ωσδ θαι τὴν εναπο ρ ἤδη τ λλωι. διόπερ ἀναγράφων τὰ μὲν ἀγνοούμενα τελέως, τὰ δ' εἰς λήθην ἀφιγμένα, τὰ δ' ἀνεπιλογιστούμενα τοῖς γε μεγέθεσιν, εἰ μηθὲν ἕτερον, τὰ δ' οὐκ ἀθρόως γε θεωρούμενα, καὶ τιθεὶς ἐν ὄψει μεγάλ ην ἐνποιεῖ φρίκην, ὥ σ τε τοῦ παρ' αὐτὸν εἶναι προσυπομνησθέντος ἀποφυγεῖν ῥαιδίως· τοῦτο γὰρ δὴ προστιθέασιν κἂμ μετρίω ς τῶν φιλοσόφων οἱ δὴ γενναῖοι καὶ τοὺς τρόπους, δι' ὧν ἂν ἥκιστα τοῖς ὀργίλοις πάθεσιν περιπίπτ οιμεν, ὑπογράφουσιν. ὅθεν δὴ καὶ λέγων ὡς ἅ π ασιν φανερώτερον καθέστηκε