Ancient Greek · ~2 min
Column 4
Philodemus, P.Herc. 182 4-2
Not analysed yet
πα γαιτα εγεσθ ενοις τῶν ἰατρῶν τό τε μέγεθος τῆς νόσου καὶ τὰ γεινόμενα δι' αὐτὴν πάθη καὶ τὰς ἄλλας δυσχρηστίας, ἐνίοτε δὲ καὶ τοὺς κινδύνους, λ ανθάνει τὰ μὲν καθόλου τοὺς κάμνοντας, τὰ δ' ἐπιλογιστικῶς, ὅ θεν ἀμελέστεροι πρὸς τὴν ἀποφυγ ὴν ὡς μετρίων ἐνεστηκότων καθίστανται, τεθ έντα δὲ πρὸ ὀμμάτων ἐπιστρεφ εῖς πρὸς τὴν θεραπείαν παρασκευάζει. καὶ γὰρ ἐνταῦθα, τὰ μὲν οὐδ' ὅλως ἐνθυμούμενοι, τὰ δ' οὐ καθαρῶς, οὐδὲ κεχρῆσθαι θέλουσιν εἰς θεραπείαν ἑαυτούς, μαθόντες δὲ κατὰ το