Ancient Greek · ~3 min
Column 34
Philodemus, P.Herc. 182 34
Not analysed yet
τοῖς ἱππικοῖς τοὺς ἵππ ους καὶ τοῖς γραμματικοῖς ἀ μέλει καὶ τοῖς ἄλλοις τεχνίταις ἔδω κε τοὺς μ αθητὰς καί φησι κολάζειν χωρὶς ὀργῆς δεῖν τερωνπολ ἐὰν τοὺς ἀοργήτους ὁμοίους ὁρῶμεν ὀργίλοις, ἰστέον, ὅτι χωρὶς αὐτοῦ τοῦ πάθους καὶ τῆς διαθέσεως καὶ τῶ ν, ὅσα παρ' αὐτοὺς διὰ ταῦτα, γίνεται τἆλλα πάντα ὅσων ἐποιησάμεθα τὴν ἔκθεσιν. ἔστιν δ' ὅτε καὶ περιίστασθαι γίνεται διά τε τοὺς μανιοποιοῦντας ἀνθρώπους καὶ διὰ τὸ τὰς κοινότητας αὔξεσθαι, δι' ἃς ὀργίλοι φαίνονται, καὶ εἰς τὸ ταῖς ἀληθείαις ὀργίλους εἶναι. καθόλου δὲ ἰστέον ὅτι καθαρῶς τις ὢν ἀόργητος οὐ πολὺν χρόνον ἀποδώσει φαντασίαν ὀργίλου, πλείω δὲ ἀποδιδοὺς οὐκ ἔστιν βαθύς, ἀλλὰ μόνον οὐ τ οιοῦτος οἷο ς δοκεῖ. φαίνονται δ' οὖν πρὸς τόσον καὶ τὴν ἐναντιωτά