Ancient Greek · ~3 min
Column 33
Philodemus, P.Herc. 182 33
Not analysed yet
βιαζομένης καὶ πολ λ άκις ἀνόπλους καὶ πρὸς τὴν φυλακὴν ἀποτυφλούσης καὶ τὸ σῶμα συντριβ ούσης καὶ μὴ ν μᾶλλον αὐτοὺς τῶν ἐναντίων κακῶς διατιθείσης καὶ κολα μηρισε διὰ τὰς α ιμ μετὰ θυμοῦ καὶ ὀργῆς οὐχ οἷον τὸ τιμωρεῖσθαί τινα ἀλλὰ καὶ τὸ κολάζειν. ἔσται δὲ περὶ τούτου καὶ προβαίν ουσιν πλείων λόγος. περὶ δὲ τῶν φληναφωμένων στρατιωτῶν τί δεῖ διατρίβειν, ὡς ἀπειθεῖς τῶι στρατηγῶι καὶ κρατ οῦ ντες αὐτοῦ καὶ πάντ' ἀπεργαζόμενοι κακά, τ ί δὲ περὶ τῶν νεύρων τῶν ἀνεύρων καὶ ταχέως ἐγλυόντων καὶ κατ' ἄκριτον ἑξόντων βιαίως, ἀλλὰ οὐκ εὐτονίαν ἐνποιούντων ὁ δ' Ἀντίπατρος εἰ καὶ πρὸς τὰ θηρία τοῖς ἀμυνομένοις θυμοῦ χρεία πυνθάνεται καὶ πρὸς τοὺς ἀνταγωνιστάς, τῶν ἀλε ιπτῶν κραυγαζόντων μὴ θυμοῦ· καὶ τό τε κ ολάζειν