Ancient Greek · ~3 min
Column 36
Philodemus, P.Herc. 182 36
Not analysed yet
μῖσος πρὸς τοῦτον π ι κραινομένων, ὥς εἰσιν ἀ κράχολοι#26, δούλοις περίπτωσις ἀμαρτωλοῖς καὶ δι' ἄ λ λα π ο λ λὰ πράγματαγ αζουσ ι νοις ἄνευ δὲ κ αν εν ὥ σπερ τινὲς σοφοί τινων μ ᾶλλον ἀπ οδώσουσι φαντασίαν ὀ ργίλων, οἷς ἡ φυσικὴ καθὰ προείπαμεν πρόσεστ ι μᾶλλον, ἢ παρρησιαστικοὶ μᾶλλόν εἰσι δι' α ς αἰτίας ἐν τῶι Περὶ παρρησίας λόγωι κατετάξαμεν, ἢ τὰ τοιαῦτα συνκεκύρηκεν αὐτοῖς μᾶλλον. οἷς δ' οὐ πρόσεστιν οὐδὲ συνέτυχεν ἃ λέγομεν, οὐδ' αποδώσουσι. τῶν δὲ μὴ σοφῶν μηδὲ συνεγγιζόντων ὑποληφθήσονταί τινες ὀργιλώτεροι καὶ τῶι πικρῶς λαλεῖν καὶ ἐπιτεταμένως, ἐνίοτε δὲ καὶ λοιδόρους τιθέναι φωνὰς καὶ τῶι κ αχυπόνουν ἔχειν τι καὶ τῶι τὸν μεισοπόνηρον ἐπιφαίνειν καὶ τῶι τὸν λογι