Ancient Greek · ~3 min
Column 37
Philodemus, P.Herc. 182 37
Not analysed yet
ζόμ ενον ὑποκρίνεσθαι χαλεπότηθ' ὅλην τούτων ἢ κοινῶς ἀνθρώπων, ἢ τ ῶι βλάπτειν ἑαυτόν, ὅ φησι Νικασ ικράτης ἐνίοτε ποιεῖν καὶ τὸν σοφ όν, καὶ παρ' ἄλλας αἰτίας, ὧν φυλακὴν ὕσ τ ερον παραινέσομεν δε ο φ ειν αὐτὸ μακάριον ὑπολαμβάνοντες, οἱ δὲ κακόν, τῶι δακνηρῶι προσπίπτοντες αὐτῆς. ἡμεῖς δὲ τῶι καὶ κατὰ φωνήν τινα παραλογισμὸν ἐντρέχειν οὐχ ἁπλῆν ποιούμεθα τὴν ἀπόφασιν, ἀλλὰ τὸ μὲν πάθος αὐτὸ κατὰ διάληψιν ἀποφαινόμεθα κακόν, ἐπειδὴ λυπηρόν ἐστιν ἢ ανάλογον λυπηρῶι, κατὰ δὲ τὴν συνπλοκὴν τῆι διαθέσει κἂν ἀγαθὸν ῥηθήσεσθαι νομίζομεν· συνίσταται γὰρ ἀπὸ το ῦ βλέπειν, ὡς ἡ φύσις ἔχει τῶν πραγμάτων, καὶ μηδὲν ψευδοδοξεῖν ἐν ταῖς συμμετρήσεσι τῶν ἐλαττ ωμάτων καὶ ταῖς κολά σ εσι τῶν βλαπτόντων. ὥστε καθ' ὃ ν τρόπον ἐλέγομ εν