Ancient Greek · ~4 min
Column 40
Philodemus, P.Herc. 182 40
Not analysed yet
σικὸν καὶ περὶ τὸν σοφὸν ἀκαριαῖον ποιήσουσι. καταλείπει δὴ καὶ πολὺ μᾶλλον ὁ διαπείθων λόγος ἀνέκφευκτον εἶναι τὸ γένος παντί. ὡς γὰρ ἐν ἀρχῆι μικρὸν φαίνεται, ὕστερον δ' ὡς συνηυξημένον ἐκ τῶν προσθέσεων ὀξὺ γενόμενον, τῶ ι ματαίωι κακόν, ἀλλ' οὐ τῶι σοφῶι· ὅτι γὰρ τούτωι τὰ τῶι πάθει παρακολουθοῦντα κακὰ οὐχ ὡς ἀνέκφευκ τα συνάψομεν, φανερόν, οἷς οὐκ ἂν εἴπαιμεν ἐγκυρεῖν τὸν εὐλόγιστον, τῆι δὲ φυσικῆι πάντως περιπίπτειν, δι' ἣν αἰτίαν ἀνέκφευκτον αὐτὴν ἐδείκνυμεν ἀνθρώπων η φύσει. καὶ γὰρ οὗτος δήπου μετέχων αὐτῆς οὐκ ἂν οἷός τ' εἴηι πᾶσαν ἐκφεύγειν, ἀλλά τινος ἐπιδεκτικὸς εἶναι πάντως. ἔξε στι δ' ,εἴ τις βούλεται καὶ κατ' ἰδίαν τούτου λόγον φέρειν, ἀντὶ τ οῦ κοινοῦ τὸν σοφὸν ἐντάξαι καὶ του τόνδε τὸν τρόπον κατασκευάσαι ταὐτό· βλαβεὶς ὑπό τινος ἑκουσίως ἢ λαβὼν ἔνφασιν τοῦ βλαβήσεσθαι, πότερον ἀδιάφορον ἀναδέξεται πάθος, ὥσπερ ἐμβλέψαντος αὐτῶι τινος, ἢ αλλότριον, ἐπειδὴ τό γε οἰκεῖον λέγειν ἀπόπληκτον