Ancient Greek · ~4 min
Column 41
Philodemus, P.Herc. 182 41
Not analysed yet
αδιάφορον μὲν οὖν φάναι βίαιον, εἰ δ' ἀλλότριον καὶ γινώσκει, διότι κολασθεὶς ἀνασταλήσεται καὶ τοὺς ἄλλους ἐπιστήσει, μανικῶς οὐκ ἂν ἔλθοι πάλιν καθ' ἕνα γέ τινα τρόπον δακών. τὸ δὲ τοιοῦτον ὀργὴν κ αλοῦμεν. ὁ δ' ἐν ὀργαῖς πρ ὸς τὰ μόνον βλ άπτοντα, χωρὶς δὲ πρὸ ς τὴν ἀλ λοτρίωσιν θαι. γίνονται μὲν οὖν περὶ τοὺς ἀγαθοὺς ὀργαί, κἂν εἰς τοὺς φίλους ἁμάρτηι τις, κἂν εἰς ἑαυτὸν φίλος πληνμελήσηι, τοῖς ὅλοις εἰς αὐτὸν οὔτε διειλημμένως οὔτ' ἀδιαλήπτως κοινοῦ κακοῦ προσδοκωμένου καταντήσειν. ἀλλ' ἡμεῖς ἐπὶ τῆς εἰς ἑαυτὸν ἐρχομένης ἔστημεν βλάβης. ἀπόχρη γὰρ ἐπιδεῖξαι τὸ κοινόν, ὅτι συσχεθήσεταί τισιν ὀργαῖς ὁ σοφός. καὶ φήσει τις· ἀλλ' εἰ διὰ τὸ βλάπτεσθαι καθ' ἑκούσιον τρόπον ὀργίζεται, βλάπτεται δ' ὑπό τινων εἰς τὰ μέγιστα, πῶς οὐχὶ καὶ μεγάλην ὀργὴν ἀναδέξεται καὶ σφοδρὰν ἐπιθυμίαν ἕξει τοῦ μετελθεῖν πρὸς ὃν ἐροῦμεν, ὅτι τῶι βλάπτοντι τὰς τοιαύτας βλάβ ας ἢ φανερῶι γ' ὄντι,