Ancient Greek · ~4 min
Column 49
Philodemus, P.Herc. 182 49
Not analysed yet
τῶι καὶ τοὺς χαρίεντας, φλυαροῦσιν· εἰ δ' ἑαυτούς, ἀτόπως περὶ ἐκείνου φανερὸν ἐκ τούτων συλλογίζεσθαι· τῶι τε παραπλησίωι τρόπωι πορευόμενός τις ἀποδείξει τὸ καὶ φιλοδοξήσειν ἢ ἐρασθήσεσθαι τὸν σοφὸν καὶ μυρίοις ἄλλοις συσχεθήσεσθαι πάθεσιν, εἴπερ ἄλλοι καὶ τῶν πάνυ χαριέντων συνεχῶς πόνους ἔχουσιν εολος τὸ μεθύε ι ν ι ι δ θαι πρόχειρόν ἐστι, καὶ τὸν σοφὸν προσδεκτέον εὐεμπτωτότερον ἐνίων ἀλογίστων εἰς τὰς ὀργὰς ὑπάρχειν καὶ τὸ μὴ τῶν ἀφρόνων ἧττον τοῦτο πάσχειν, ἐπειδήπερ οὐχ ἧττον αὐτῶν μεθύσκεται, καθὸ λέγ εται μεθύειν. ὁ δὲ τελευταῖος λόγος ἀπέραντός ἐστιν ἐκ τοῦ τὴν ὀργ ὴν χωρὶς ὑπολήψεως τοῦ βεβλάφθαι μὴ γίνεσθαι καὶ τοῦ τὸν σοφὸν ἑκουσίως βλάπτεσθαι συνάγων τὸ καὶ ὀργίζεσθαι. καθάπε ρ γὰρ χωρὶς τοῦ γράμματα μαθεῖν οὐχ οἷόν τ ε μαθεινουχοιοντε γενέσθαι σοφόν, ἀλλ' οὐκ εἰ γράμματά τις ἔμαθεν ἐποισθήσεται τὸ καὶ σοφὸν αὐτὸν ὑπάρχειν, οὕτως οὐδὲ τῶι προστησαμένωι ὑ π ολ ή ψεσιν τοῦ βεβλάφθαι