Ancient Greek · ~4 min
Column 48
Philodemus, P.Herc. 182 48
Not analysed yet
καὶ περὶ τοῦ θυμωθήσεσθαι τὸν σοφὸν τού τοις προσεχρήσαντο. τῶι πρώτωι τοιγαροῦν π α ραβληθήσεται τοιοῦτος λόγος· εἰ φυσικῶς ὁ ρμῶμεν επὶ τὸ συντόνως εὐχ αριστεῖν τ οῖς ἑκουσίως εὐεργετήσασιν, ἐκκαλούμεθα φυσικῶς κἀπὶ τὸ συντόνως ὀργίζεσθαι τ ο ῖς βλάψ ασι κατὰ προαίρεσιν· ὡς δὲ καὶ σοφὸς εὐχαριστεῖ ἐπειδὴ καὶ τ ὰς ὠφελίας ἡγεῖται τὰς ἔξωθεν βαιάς· οὐκ ἐπὶ τῶν κακῶν γοῦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγαθῶν τίθεται τὸ μηθὲν εἶναι παρὰ μέγα τῶν ἔξωθεν. ἀλλ' οὐ μόνον τοῖς σοφὸν ποιήσασιν εὐχαριστεῖ μεγάλως, ἀλλὰ καὶ τοῖς ἔνια τῶν ἄλλων παρασκευάσασιν. εἰ δ' ἐρεῖ τις εἰς τὴν προαίρεσιν ἀτενίζοντα τοῦτο πράττειν, ταὐτὸ δηλονότι καὶ ἐπὶ τῆς ὀργῆς προσδέξεται. φανερὸν δ' ὃ χρὴ λέγειν καὶ πρὸς τὸ ν ἑξῆς, χειρισμῶι δὲ μόνον διαλλάττοντα λόγον. ἄθλιόν γε μὴν οἰητέον εἶναι τὸν ἑξῆς· περί τε γὰρ τοῦ μεθυσθήσεσθαι καὶ τὸν σοφόν, εἰ μὲν ἀποφαίνονται τοὺς περὶ τὸν Ἐπίκουρον κεχρῆσθαι